Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Κυριακή, Οκτωβρίου 28, 2012

ΑΓΙΑΣ ΣΚΕΠΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

Τῌ ΑΥΤῌ ΗΜΕΡᾼ ΚΗ'ΟΚΤΩΒΡΙΟΥ

Ἀνάµνησιν ἐπιτελοῦµεν τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης 

ἡµῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνὸς τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης

 τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας,
 τῆς πάντοτε καὶ κατ' ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, 
ὡς πάλαι ἔσκεπε τὴν Βασιλίδα τῶν πόλεων.

Σκέπη σου, Ἁγνή, σκέπεις καὶ περιθάλπεις
Τοὺς πίστει ἀφορῶντας πρὸς σέ, Παρθένε.
Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει.

Ἀΰπνου δοξολογίας ποτὲ ἐπιτελουμένης ἐν τῇ ἁγίᾳ σορῷ, τῇ οὔσῃ

 ἐν Βλαχέρναις, ἀπῄει ὁ μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν‧ 
παρῆν δὲ Ἐπιφάνιος καὶ εἷς τῶν παίδων αὐτοῦ μετ' αὐτοῦ‧ καὶ ἔχων ἦθος,
 ἵστατο, ὡς ἡ προθυμία τόνον ἐδίδου, ποτὲ μὲν μέχρι μεσονυκτίου, 
ποτὲ δὲ ἕως πρωί. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς νυκτός,
 ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην σφόδρα, 
παραγενομένην ἐν γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν
 μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἦν καὶ ὁ τίμιος Πρόδρομος, 
καὶ ὁ τῆς βροντῆς υἱός, ἑκατέρωθεν χειροκρατοῦντες αὐτῆς, 
καὶ ἅγιοι πολλοὶ λευκοφόροι προεπορεύοντο αὐτῆς‧
 οἱ δὲ ἐπηκολούθουν μετὰ ὑμνῳδίας καὶ ᾀσμάτων πνευματικῶν. 
Ὡς οὖν ἦλθε πλησίον τοῦ ἄμβωνος, ἀπῄει ὁ Ὅσιος πρὸς τὸν 
Ἐπιφάνιον λέγων‧ Ὁρᾷς τὴν Κυρίαν καὶ Δέσποιναν τοῦ κόσμου; 
Ὁ δὲ φησίν‧ Ναί, Πάτερ μου πνευματικέ.
Καὶ τούτων ὁρώντων, κλίνασα τὰ γόνατα αὐτῆς ἐπὶ πολλὴν ὥραν

 προσηύχετο, δάκρυσι ῥαίνουσα τὸ θεοειδὲς αὐτῆς καὶ ἄχραντον 
πρόσωπον. Μετὰ δὲ τὸ προσεύξασθαι, προσῆν ἐπὶ τὸ θυσιαστήριον,
 δεομένη ἐκεῖσε ὑπὲρ τοῦ περιεστῶτος λαοῦ. Ὅτε οὖν ἁπηύξατο, 
τὸ μαφόριον αὐτῆς, ὅπερ ἐπὶ τῆς παναχράντου αὐτῆς κορυφῆς ἔφερεν,
 ὡς εἶδος ἀστραπῆς ὑπάρχον, καὶ ἀποτυλίξασα ἐξ αὐτῆς, τῇ ὡραίᾳ σεμνότητι 
ταῖς παναχράντοις χερσὶν αὐτῆς λαβοῦσα, μέγα καὶ φοβερὸν ὑπάρχον, 
ἐπάνω παντὸς τοῦ ἐκείσε ἑστῶτος λαοῦ διεπέτασεν‧ ὅπερ ἐπὶ ἱκανὰς 
ὥρας ἑώρων οἱ θαυμάσιοι ὑπεράνω τοῦ λαοῦ ἐκτεταμένον καὶ αὐγάζον
 δόξαν Κυρίου ὡς ἤλεκτρον. Μέχρις οὖν ἦν ἐκεῖ ἡ ὑπεραγία Θεοτόκος, 
ἐβλέπετο κἀκεῖνο‧ μετὰ δὲ τὸ ἀναχωρῆσαι αὐτήν, οὐκέτι τεθέατο‧ 
πάντως γὰρ ἦρεν αὐτὸ μεθ' ἑαυτῆς, τὴν δὲ χάριν ἀφῆκεν τοῖς οὖσιν ἐκεῖ.

Ταῖς τῆς ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον

 καὶ διαφύλαξον ἡμᾶς ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν 
καὶ σῶσον τάς ψυχὰς ἡμῶν. 
Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...