Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Τρίτη, Οκτωβρίου 09, 2012

Πρός Έλληνας





    Μὴ ὑπολάβητε, ὦ ἄνδρες Ἕλληνες, ἄλογον ἢ ἀνεπί-
κριτον εἶναί μου τὸν ἐκ τῶν ὑμετέρων ἐθῶν χωρισμόν• οὐδὲν 
γὰρ ἐν αὐτοῖς εὗρον ὅσιον ἢ θεοφιλές. Aὐτὰ γὰρ τὰ τῶν 
ποιητῶν ὑμῶν συνθέματα λύσσης καὶ ἀκρασίας ἐστὶ μνημεῖα. 
Τῷ γὰρ ἐν παιδείᾳ παρ' ὑμῖν προὔχοντι φοιτῶν τις πάντων 
ἀνθρώπων ἐστὶν ἀργαλεώτατος. Πρώτιστα μὲν γάρ φησι 
τὸν Ἀγαμέμνονα, τῇ τοῦ ἀδελφοῦ ἀκρασίᾳ ἐπιτεταμένῃ λύσσῃ  
καὶ ἀκατασχέτῳ ἐπιθυμίᾳ συνεργοῦντα, καὶ τὴν θυγατέρα 
πρὸς θυσίαν εὐδοκήσαντα δοῦναι καὶ πᾶσαν ταράξαι τὴν Ἑλ-
λάδα, ἵνα ύσηται τὴν Ἑλένην ὑπὸ λεπροῦ ποιμένος ἡρπασμέ-
νην. Ὁπότε δὲ καὶ τοῦ πολέμου κατασχόντος αἰχμαλώτους 
ἤγαγον, αὐτὸς Ἀγαμέμνων ὑπὸ Χρυσηΐδος αἰχμάλωτος ἤγετο•
πρὸς τὸν Θέτιδος παῖδα Βρισηΐδος ἕνεκεν ἔχθραν ἤρατο. 
Aὐτὸς δὲ Πηληϊάδης, ὁ ποταμὸν πεδήσας, Τροίαν κατα-
στρέψας, Ἕκτορα χειρωσάμενος, Πολυξένης ὁ ἥρως ὑμῶν 
δοῦλος ἦν, ὑπὸ Ἀμαζόνος νεκρᾶς νενίκητο• τὰ θεότευκτα 
ὅπλα ἀποδυσάμενος, νυμφικὴν στολὴν ἐνδυσάμενος, φίλτρων 
θῦμα ἐγίνετο ἐν τῷ τοῦ Ἀπόλλωνος νηῷ. Ὁ γὰρ Ἰθακή-
σιος Λαερτιάδης ἐκ κακίας ἀρετὴν ἐνεπορεύσατο• ὅτι δὲ ἀγα-
θῆς φρονήσεως ἄμοιρος ἦν, ὁ κατὰ τὰς Σειρῆνας διάπλους  
ἐδήλωσεν, ὅτε μὴ ἠδυνήθη φρονήσει ἐμφράξαι τὴν ἀκοήν. 
Ὁ Τελαμώνιος Aἴας, ὁ τὸ ἑπταβόειον φέρων σάκος, διὰ τὴν 
πρὸς Ὀδυσσέα περὶ τῶν ὅπλων κρίσιν ἡττηθεὶς ὑπὸ μανίας 
ἡλίσκετο. Ταῦτα παιδεύεσθαι οὐ θέλω• οὐ γὰρ τοιαύτης ἀρε-
τῆς ἐπιδικάζομαι, ἵνα τοῖς Ὁμήρου μύθοις πείθωμαι. Ἔστι 
γὰρ ἡ πᾶσα •αψῳδία, Ἰλιάδος τε καὶ Ὀδυσσείας ἀρχὴ καὶ 
τέλος, γυνή.

     Ἀλλ' ἐπεὶ Ἡσίοδος μεθ' Ὅμηρον Ἔργα τε καὶ Ἡμέ-
ρας συνέγραψε, τίς αὐτοῦ τῇ λήρῳ Θεογονίᾳ συνθήσεται; 
Φησὶ γὰρ Κρόνον, τὸν Oὐρανοῦ παῖδα, τῆς ἀρχῆς καθελεῖν 
τὸν πατέρα καὶ τῶν σκήπτρων λαβέσθαι, καὶ διευλαβηθέντα 
τὸ ὅμοιον παθεῖν τεκνοφαγεῖν ἑλέσθαι, τῇ δὲ τῶν Κουρήτων 
ἐπινοίᾳ τὸν Δία κλαπέντα καὶ λαθόντα δεσμοῖς καθεῖρξαι 
τὸν πατέρα, καὶ διανείμασθαι, ὡς λόγος, Δία μὲν τὸν αἰθέρα, 
Ποσειδῶνα δὲ τὸν βυθόν, καὶ Πλουτέα τὴν καθ' ᾅδου μοῖραν 
λαχεῖν. Ἀλλ' ὁ μὲν Πλουτεὺς τὴν Κόρην ἥρπασε• καὶ ἡ Δή-
μητρα, ἀλωμένη κατὰ τὰς ἐρήμους, τὸ τέκνον ἐζήτει. Καὶ 
τοῦτον τὸν μῦθον εἰς ὕψος ἤγαγε τὸ ἐν Ἐλευσῖνι πῦρ. Πάλιν 
ὁ Ποσειδῶν Μελανίππην μὲν ᾔσχυνεν ὑδρευομένην, ὄχλῳ δὲ 
Νηρηΐδων οὐκ ὀλίγων κατεχρήσατο, ὧν τὰ ὀνόματα ἐὰν διη- 
γώμεθα, πολὺ πλῆθος λόγων κατατρίψομεν. Ὁ μὲν οὖν Ζεὺς 
μοιχὸς πολλαχῇ•ἐπ' Ἀντιόπῃ μὲν ὡς σάτυρος, καὶ ἐπὶ 
Δανάῃ χρυσὸς καὶ ἐπ' Eὐρώπῃ ταῦρος ἦν, ἐπτεροῦτο δὲ παρὰ 
Λήδᾳ. Ὁ γὰρ Σεμέλης ἔρως καὶ αὐτοῦ τὴν ἀκρασίαν ἤλεγξε 
καὶ τῆς Ἥρας τὸν ζῆλον. Τὸν γὰρ Φρύγα Γανυμήδην, φασίν, 
εἰς τὸ οἰνοχοεῖν ἀνήρπασε. Καὶ ταῦτα μὲν οἱ Κρονίδαι ἐποίη-
σαν. Ὁ γὰρ μεγαλώνυμος ὑμῶν ὁ Λητοΐδης, ὁ μαντικὴν 
ἐπαγγειλάμενος, ἑαυτὸν ἤλεγξεν ὅτι ψεύδεται. Δάφνην ἐδίω-
ξεν, ἣν οὐ κατέλαβε• καὶ τῷ ἐρωμένῳ αὐτοῦ Ὑακίνθῳ 
δισκεύων τι τὸν αὐτοῦ θάνατον οὐκ ἐμαντεύσατο. Ἀθηνᾶς  
γὰρ τὸ ἀνδρικὸν σιγῶ καὶ Διονύσου τὸ θηλυκὸν καὶ Ἀφροδίτης 
τὸ πορνικόν. Ἀνάγνωτε τῷ Διΐ, ἄνδρες Ἕλληνες, τὸν κατὰ 
πατρολῳῶν νόμον καὶ τὸ μοιχείας πρόστιμον καὶ τὴν 
παιδεραστίας αἰσχρότητα. Διδάξατε Ἀθηνᾶν καὶ Ἄρτεμιν 
τὰ τῶν γυναικῶν ἔργα καὶ Διόνυσον τὰ ἀνδρῶν. Τί σεμνὸν 
ἐπιδείκνυται γυνὴ ὅπλοις κεκοσμημένη, ἀνὴρ δὲ κυμβάλοις καὶ 
στέμμασι καὶ ἐσθῆτι γυναικείᾳ καλλωπιζόμενος καὶ ὀργιῶν 
σὺν ἀγέλῃ γυναικῶν; 

     Τὸν γὰρ τριέσπερον Ἀλκείδην, τῶν ἀγώνων ἡγήτορα, 
τὸν δι' ἀνδρείαν ­δόμενον, τὸν τοῦ Διὸς υἱόν, ὃς βριαρὸν 
κατέπεφνε λέοντα καὶ πολύκρανον ὤλεσεν ὕδραν, ὗν δ' ἄγριον 
ἀκάματον ὁ νεκρώσας, ὄρνιθας δ' ἀνδροβόρους ἱπταμένας 
καθελεῖν ὁ δυνηθείς, καὶ κύνα τρικάρηνον ἐξ ᾅδου ἀναγαγών,  
Aὐγείου δ' ὀχυρὸν τεῖχος σκυβάλων καθελεῖν ὁ δυνηθείς, 
ταύρους δὲ καὶ ἔλαφον ἀνελὼν ὧν μυξωτῆρες ἔπνεον πῦρ, καὶ 
καρπὸν χρύσεον στελέχους ὁ λαβών, ἑρπετὸν ἰοβόλον ἀνελὼν 
καὶ Ἀχελῷον (τίνος ἕνεκεν ἔκτανεν, οὐ θέμις εἰπεῖν) καὶ τὸν 
ξενοκτόνον Βούσιριν, καὶ ὁ ὄρη πηδήσας ἵνα λάβῃ ὕδωρ 
ἔναρθρον φωνὴν ἀποδιδόν, ὡς λόγος, ὁ τὰ τοσαῦτα καὶ 
τοιαῦτα καὶ τηλικαῦτα δρᾶσαι δυνηθείς, ὡς νήπιος ὑπὸ σατύ-
ρων κατακυμβαλισθεὶς καὶ ὑπὸ γυναικείου ἔρωτος ἡττηθεὶς 
ὑπὸ Λυδῆς γελώσης κατὰ γλουτῶν τυπτόμενος ἥδετο, καὶ 
τέλος, τὸν Νέσσειον χιτῶνα ἀποδύσασθαι μὴ δυνηθείς, 
πυρὰν κατ' αὐτοῦ αὐτὸς ποιήσας τέλος ἔλαβε τοῦ βίου. 
Θέτω τὸν ζῆλον Ἥφαιστος, καὶ μὴ φθονείτω εἰ πρεσβύτης 
ὢν καὶ κυλλὸς τὸν πόδα μεμίσητο, Ἄρης δὲ πεφίλητο νέος 
ὢν καὶ ὡραῖος. Ἐπεὶ οὖν, ἄνδρες Ἕλληνες, οἱ μὲν θεοὶ ὑμῶν 
ὑπὸ ἀκρασίας ἠλέγχθησαν, ἄνανδροι δὲ οἱ ἥρωες ὑμῶν, αἱ 
παρ' ὑμῖν δραματουργοὶ ἱστορίαι ἐδήλωσαν τὰ μὲν Ἀτρέως 
ἄγη Θυέστου τε λέχη καὶ Πελοπιδῶν μύση καὶ Δαναὸν  
φθόνῳ φονεύοντα καὶ ἀτεκνοῦντα Aἴγυπτον μεμεθυσμένον 
καὶ τὰ Θυέστεια δεῖπνα ἃ Ἐριννύες ἤρτυον. Καὶ Πρόκνη 
μέχρι νῦν ἐπτερωμένη γοᾷ, καὶ ταύτης ἀδελφὴ γλωσσότμητος 
τέτριγεν ἡ Κεκροπίς. Τὰ γὰρ Oἰδίποδος κέντρα τί δεῖ 
καὶ λέγειν, καὶ τὸν Λαΐου φόνον καὶ μητρὸς γάμον, καὶ τὴν 
τῶν ἀδελφῶν αὐτοῦ καὶ τέκνων ἅμα ἀλληλοκτονίαν; 

     Καὶ τὰς πανηγύρεις ὑμῶν μεμίσηκα• ἄμετροι γὰρ 
ἐκεῖ πλησμοναί, καὶ αὐλοὶ γλαφυροὶ ἐκκαλούμενοι πρὸς οἰ-
στρώδεις κινήσεις, καὶ μύρων περίεργοι χρίσεις, καὶ στεφά-
νων περιθέσεις. Καὶ τῷ τοσούτῳ σωρῷ τῶν κακῶν τὴν 
αἰδῶ περιγράφετε, καὶ νοῦν πληροῦσθε, ὑπὸ ἀκρασίας ἐκ-
βακχευόμενοι• καὶ ταῖς ἀνοσίαις καὶ λυσσώδεσι χρᾶσθαι εἰώ-
θατε μίξεσιν. Eἴποιμι δ' ἂν ὑμῖν ἔτι καὶ τοῦτο• Τί ἀγα-
νακτεῖς, Ἕλλην ὤν, πρὸς τὸ τέκνον σου, εἰ τὸν Δία μιμού-
μενος ἐπιβουλεύει σοι καὶ ἐπ' ἴσου τὸν γάμον σεσύληκε; 
Τί τοῦτον ἐχθρὸν ἡγῇ, τὸν δὲ ὅμοιον αὐτῷ σέβῃ; Τί δὲ 
μέμφῃ σου τὴν γυναῖκα ἀκολάστως ζῶσαν, τὴν δὲ Ἀφροδίτην 
ναοῖς τετίμηκας; Καὶ εἰ μὲν ταῦτα ὑφ' ἑτέρων ἦν εἰρημένα, 
κατηγορία ἔδοξεν εἶναι ψιλὴ καὶ οὐκ ἀλήθεια• νῦν δὲ ταῦτα 
οἱ ὑμέτεροι ᾄδουσι ποιηταί, καὶ αἱ παρ' ὑμῖν κεκράγασιν 
ἱστορίαι.

     Ἔλθετε λοιπόν, ἄνδρες Ἕλληνες, καὶ σοφίᾳ ἀπαρα-
μιλλήτῳ κοινωνήσατε, καὶ θείῳ λόγῳ παιδεύθητε, καὶ μά-
θετε βασιλέα ἄφθαρτον, καὶ τοὺς τούτου ἥρωας ἐπίγνωτε 
οὔποτε λαοῖς φόνον ἐργαζομένους. Aὐτὸς γὰρ ἡμῶν ὁ στρα-
τηγὸς οὐ βούλεται σωμάτων ἀλκὴν καὶ τύπων εὐμορφίαν οὐδ' 
εὐγενείας φρύαγμα, ἀλλὰ ψυχήν τε καθαράν, ὁσιότητι τετει-
χισμένην, καὶ τὰ τοῦ βασιλέως ἡμῶν συνθήματα, καὶ πράξεις 
θείας, ὡς διὰ λόγου δυνάμεως εἰς ψυχὴν διικνουμένης (ὢ σάλ-
πιγξ εἰρηνικὴ ψυχῆς πολεμουμένης, ὢ παθῶν δεινῶν φυγα-
δευτήριον, ὢ πυρὸς ἐμψύχου σβεστικὸν διδασκάλιον!), ἥτις οὐ 
ποιητὰς ποιεῖ, οὐ φιλοσόφους κατασκευάζει οὐδὲ ῥήτορας δει-
νούς, ἀλλὰ παιδεύουσα ποιεῖ τοὺς θνητοὺς ἀθανάτους, τοὺς  
βροτοὺς θεούς, ἐκ γῆς δὲ μετάγει εἰς τοὺς ὑπὲρ Ὄλυμπον 
ὅρους. Ἔλθετε, παιδεύθητε• γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ 
ἤμην ὡς ὑμεῖς. Ταῦτά με εἷλε, τό τε τῆς παιδείας ἔνθεον 
καὶ τὸ τοῦ λόγου δυνατόν• ὅτι καθάπερ ἐπαοιδὸς ἀγαθὸς ἐκ 
φωλεοῦ ἐξερπύσαι ποιήσας φυγαδεύει δεινὸν ἑρπετόν, οὕτως 
ὁ λόγος ἐξ αὐτῶν τῶν τῆς ψυχῆς μυχῶν τὰ δεινὰ τῆς αἰσθή-
σεως ἀπελαύνει πάθη, πρῶτον ἐπιθυμίαν, δι' ἧς πᾶν δεινὸν 
φύεται, ἔχθραι ἔρεις ζῆλος ἐριθεῖαι θυμοὶ καὶ τὰ ὅμοια τού-
τοις. Ἐπιθυμίας οὖν ἀπελαθείσης εὔδιος ἡ ψυχὴ καὶ γαλη-
νιῶσα γίνεται. Παραλυθεῖσα δὲ τῶν περὶ τὸν τράχηλον αὐ-
τῆς κακῶν περιῤῥεόντων ἀπέρχεται πρὸς τὸν ποιήσαντα αὐτήν• 
δεῖ γὰρ ἀποκατασταθῆναι ὅθεν ἀπέστη.

ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ ΠΡOΣ EΛΛHΝAΣ.
πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...